Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.55 Dem. 9.60 (English) >>Dem. 9.64

9.58καὶ γάρ τοι πέμψας Ἱππόνικον σύμμαχος αὐτοῖς Φίλιππος καὶ ξένους χιλίους, τὰ τείχη περιεῖλε τοῦ Πορθμοῦ καὶ τρεῖς κατέστησε τυράννους, Ἵππαρχον, Αὐτομέδοντα, Κλείταρχον· καὶ μετὰ ταῦτʼ ἐξελήλακεν ἐκ τῆς χώρας δὶς ἤδη βουλομένους σῴζεσθαι, τότε μὲν πέμψας τοὺς μετʼ Εὐρυλόχου ξένους, πάλιν δὲ τοὺς μετὰ Παρμενίωνος.

9.59καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλʼ ἐν Ὠρεῷ Φιλιστίδης μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ ταῦτʼ ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ παρʼ ἡμῖν ποτʼ ἐνθάδʼ οἰκήσας, ὅπως ἐλεύθεροι καὶ μηδενὸς δοῦλοι ἔσονται. 9.60οὗτος τὰ μὲν ἄλλʼ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθʼ ὑπὸ τοῦ δήμου, πόλλʼ ἂν εἴη λέγειν· ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετʼ αὐτοῦ, αἰσθόμενος πράττουσιν. συστραφέντες δʼ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν. 9.61ὁρῶν δὲ ταῦθʼ δῆμος τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθʼ οἱ μὲν ἐπʼ ἐξουσίας ὁπόσης ἐβούλοντʼ ἔπραττον ὅπως πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷʼ ἔπαθεν μεμνημένοι. οὕτω δʼ ἀθλίως διέκειντο, ὥστʼ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι· τηνικαῦτα δʼ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.55 Dem. 9.60 (English) >>Dem. 9.64

Powered by PhiloLogic